ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;Ἕρμιππος Μοίραις:
α. τοῦτ᾽ ἐστὶ πλάστιγξ—οὖτος ὁ κρατῶν γίνεται.
β. πῶς δ᾽ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
ῥάβδον δ᾽ ὄψει φησί τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ ἂν ἴδοις