Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη.
“ἐγὼ78. δέ,”
φησὶν ὁ Μυρλεανός,
“ τάδε λέγω περὶ τοῦ ποτηρίου, οἱ παλαιοὶ καὶ τὰ περὶ τὴν ἥμερον τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἔκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς τὰς φαντασίας,3 καὶ τὰ περὶ τὴν ἰδίαν τροφὴν τῷ περιέχοντι κατὰ τὴν ἰδέαν τοῦ σχήματος ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.