κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε,δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι᾽ [p. 208] ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν
Φοῖνιξ δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως:
ἐκ δὲ τῆς πέλλης
ἔπινον, ἄλλοτ᾽ αὐτός, ἄλλοτ᾽ Ἀρήτη
προὔπινεν.
”
Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος
καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.