καὶ πάλιν
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ:
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον. [p. 230]
καὶ Δίφιλος ἐν Ἀνασῳζομένοις:
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
Λυγκεὺς δ᾽ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει: ‘ καθ᾽ ὃν χρόνον ἐπεδήμησας ἐν Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρ᾽ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατ᾽ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ’”
λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.