Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει: ‘ κοκκυμηλέα καὶ σποδιάς: τοῦτο δ᾽ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.’ Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα,
ὀλιγότροφα.
34. κεράσια. Θεόφραστος ἐν τῷ περὶ φυτῶν ‘ ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα: καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ᾽ ὅμοιον
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.