Ἄμφις:
τὰ τιτθί᾽ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
Θεόφραστος: ‘ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.’ ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος. φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος: ‘ πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες: ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ’
ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει,
ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα [p. 222]