Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφροδισιάζηται, ζητῇ δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσαγορεύσαντες αἰσχρῶς τὸ πρᾶγμα. ἐπειδὰν δὲ συνουσιάζωσι καθ᾽ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν οὕτως : πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλλωσι καθεύδειν, εἰσάγουσι παρ᾽ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας: ὅταν δὲ τούτων ἀπολαύσωσιν, αὖθις νεανίσκους ἀκμάζοντας, οἳ πλησιάζουσιν αὐτοὶ ἐκείνοις. ἀφροδισιάζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν
ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι εἰσιν ἐκ ῥάβδων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.