Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ι ἐκυνήγουν, τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον ὑφ᾽ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἔχουσαν καὶ τῶν ' Ἰνδικῶν ἀνθράκων ἄλλων τε παντοδαπῶν λίθων ὑπερβαλλόντων ταῖς πολυτελείαις, ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ᾽ ἡμέραν ἑκάστοτε γινομένης παρ᾽ Ἀλεξάνδρῳ δαπάνης, ἦν γὰρ αὐτοῦ
[p. 440]
ἡ σκηνὴ κλινῶν ρ᾽, χρυσοῖ δὲ κίονες ν᾽ κατεῖχον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.