Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φησιν ὁ Ἡγήσανδρος: ‘Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ᾽ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ᾽ Ἀντιφῶντος, ' εἰ δ᾽
[p. 466]
ἁλιευόμενος ἐτύγχανον ἔφη,' καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;᾽’ διέτριβεν δ᾽ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. ὁ δ᾽ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν ‘ ἔχω καὶ οὐκ ἔχομαι.’ καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.