Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην
[p. 12] ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ᾽ ἐξ ἁρπαγῆς, ἄλλας δ᾽ ἐκ νομίμων γάμων ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δ᾽ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.