Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ, ἡμεῖς δ᾽ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ἐπαινεῖται καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.
21. καὶ ὁ Κύνουλκος ‘ ταυτὶ καὶ τολμᾶς σὺ λέγειν,’ οὐ ‘ ῥοδοδάκτυλος οὖσα’ κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.