Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καταλέγει ὁ Τρύφων τάσδε: ‘ἱμαῖος ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δ᾽ ἐστὶν παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ, ἡ δὲ τῶν ταλασιουργῶν ἴουλος.’
[p. 332] Σῆμος δ᾽ ὁ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί: ‘τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ᾽ αὑτὰ προσηγόρευον ἀμάλας: συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους:: καὶ τὴν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.