” μέγας γάρ, ὦ μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν,
ἡ μουσικὴ δ᾽ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν
αἰεί τι καινὸν κατ᾽ ἐνιαυτὸν θηρίον
τίκτει.
καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας
θησαυρός ἐστιν καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.