Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καλεῖται δ᾽ ἡ μὲν σατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν πρώτῳ περὶ Χορῶν, σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. τινὲς δέ φασιν Σίκιννόν τινα βάρβαρον εὑρετὴν αὐτῆς γενέσθαι, ἄλλοι δὲ Κρῆτα λέγουσι τὸ γένος εἶναι τὸν Σίκιννον. ὀρχησταὶ δ᾽ οἱ Κρῆτες, ὥς φησιν Ἀριστόξενος. Σκάμων δ᾽ ἐν πρώτῳ περὶ Εὑρημάτων σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείεσθαι, καὶ πρῶτον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.