Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθ᾽ ὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δὲ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα ἡ τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυαμένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ᾽, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γ᾽ κιθαρῶν
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.