πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα:καὶ Δίφιλος ἐν Τελεσίᾳ:
ὅλην λέγοντ᾽ οὐκ ἂν ἐπιλείποι μ᾽ ἡμέραν.
Σώφιλος ἐν Παρακαταθήκῃ:
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
β. ἐγὼ δὲ ταῦθ᾽ ἥδιστά γ᾽ ἐπιδορπίζομαι.
ἡδύ γε μετ᾽ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ
συνάγειν: τὸ πρᾶγμα χάριεν. ‘ οὐχὶ δώδεκα
κυάθους,’ ἀνεβόησέν τις, “ ὑποχεῖς; κωμάσαι
πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν᾽ ἐκεῖ κατακλιθεὶς
ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.”