φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχωνἈρχέστρατος :
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος. '
65. Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ ‘ βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς ’’’
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τ᾽ ἄλλαις πάσῃσι παροψίσι.