Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον, ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου δι᾽ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι
χρηστῷ παραπλήσιος, ᾧ χρῶνται χωρὶς ὕδατος: οὐ δύναται δὲ πλέον δέκα
μένειν ἡμερῶν καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.