τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳ—διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως :
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς ’
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.