ποτήριον. τὸν δὲ Ἥλιον ὁ Στησίχορος ποτηρίῳ διαπλεῖν φησι τὸν ' Ὠκεανόν, ᾧ καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, ὃ σοφίας ἆθλον ὁ Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων ζ1 σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ κεραμεύουσι: πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον ‘ χρυσέοις’ γοῦν ‘ δεπάεσσιν ἀλλήλους’ δεξιοῦνται. ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.
ἁ δ᾽ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.