Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοσαῦτα 16. τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη: ‘ Φυλότιμος ἐν γ᾽ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ᾽ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.