Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπὸ τοῦ βάμματος οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ᾽ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγὴν ἄλλοι δ᾽ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ,’ φησὶν ὁ 'ι Ἀριστοτέλης, ‘τοῦ ἔαρος, ὑπὸ κύνα δ᾽ οὐχ ἁλίσκονται: οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα, νέμονται δ᾽ ἐξείροντα τὴν καλουμένην
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.