previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] Τὰ μέντοι διὰ φωνῆς σύντομά τε εἶναι δεῖ καὶ ἀναμφίβολα. τοῦτο ἂν γένοιτο, εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν: ἀμφίβολα [p. 332] γὰρ τὰ κοινά: οἷον οὐκ ἂν φήσαιμενκλῖναι ἐπὶ δόρυ,’ ἀλλ̓ἐπὶ δόρυ κλῖναι,’ ἵνα μὴ διὰ τὴν προθυμίαν οἱ μὲν ἐπ̓ ἄλλο, οἱ δὲ ἐπ̓ ἄλλο τῆς κλίσεως προειρημένης νεύσωσιν, ἀλλ̓ ὁμοῦ τὸ αὐτὸ ποιήσωσιν: ὡς δὲ οὐδὲμεταβάλλου ἐπὶ δόρυ,’ ἀλλ̓ἐπὶ δόρυ μεταβάλλουφήσαιμεν, οὐδ̓ἐξέλισσε τὸν Λάκωνα,’ ἀλλ̓ ἀνάπαλιντὸν Λάκωνα ἐξέλισσεκαὶ ... ... παράστηθι ἐπὶ τὰ ὅπλα. σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. ἡσυχία δὲ ἔστω καὶ προσέχετε τῷ παραγγέλματι. ὑπόλαβε τὴν σκευήν: ἀνάλαβε. διάστηθι. ἀνάλαβε τὸ δόρυ. στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν ἡγούμενον. οὐραγὸς ἀπευθυνέτω τὸν ἴδιον λόχον. συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕτως. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸ βάθος ἡμισίαζε, ἀποκατάστησον. τὸ μῆκος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπίστρεφε, ἀποκατάστησον. ἐπὶ δόρυ περίσπα, ἀποκατάστησον ἐπικατάστησον, κατὰ τὰ αὐτὰ καὶ ἐπ̓ ἀσπίδα. Αὗται διὰ βραχέων αἱ τοῦ τακτικοῦ καθηγήσεις, τοῖς μὲν χρωμένοις σωτηρίαν πορίζουσαι, τοῖς δ̓ ἐναντίοις κινδύνους ἐπάγουσαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: