This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἐκαλεῖτο δὲ ὁ λόχος πάλαι καὶ στίχος καὶ
συνωμοτία καὶ δεκανία, καὶ ὁ μὲν ἄριστος καὶ
ἡγεμὼν τοῦ στίχου λοχαγός, ὁ δὲ ἔσχατος οὐραγός:
ὕστερον δὲ μεταταχθεὶς ὁ στίχος διαφόρους ἔσχεν
τῶν μερῶν ἐπωνυμίας: τό τε γὰρ ἥμισυ ἡμιλόχιον
ὠνόμασται καὶ διμοιρία, τὸ μὲν ὡς πρὸς τὸ τῶν
δεκαὲξ ἀνδρῶν πλῆθος, τὸ δὲ ὡς πρὸς τὸ τῶν
δώδεκα, καὶ ὁ ἡγεμὼν ἡμιλοχίτης καὶ διμοιρίτης,
καὶ τὸ τέταρτον ἐνωμοτία καὶ ἐνωμοτάρχης ὁ ἡγούμενος.