previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τῶν ἱππέων Οἱ δέ γε ἱππεῖς, ὥσπερ καὶ οἱ ψιλοί, πρὸς τὰς παρακολουθούσας χρείας τὴν τάξιν λαμβάνουσιν, καὶ μάλιστα αὐτῶν οἱ ἀκροβολισταί: οὗτοι γὰρ οἱ ἐπιτηδειότατοι πρὸς τὸ κατάρξαι τραυμάτων καὶ ἐκκαλέσασθαι πρὸς μάχην καὶ τὰς τάξεις διαλῦσαι καὶ ἵππον ἀνακρούσασθαι καὶ τόπους ἀμείνους προκαταλαβεῖν καὶ τοὺς προκατειλημμένους ἀναλαβεῖν καὶ τοὺς ὑπόπτους ἐρευνῆσαι καὶ ἐνέδρας παρασκευάσαι καὶ τὸ ὅλον προαγωνίσασθαί τε καὶ συναγωνίσασθαι: πολλὰ γὰρ δἰ ὀξύτητα καὶ μεγάλα κατεργάζονται περὶ τὰς μάχας. [2] Τὰς δὲ τάξεις αὐτῶν κατὰ σχῆμα οἱ μὲν τετράγωνον πεποίηνται, οἱ δὲ ἑτερόμηκες, ἄλλοι δὲ ῥομβοειδές, καὶ ἕτεροι σφηνοειδὲς ἤτοι ἐμβολοειδές. κοινῶς δὲ ἅπαντες εἴλην καλοῦσι τὸ σύστημα τοῦ σχήματος. τῇ μὲν οὖν ῥομβοειδεῖ τῶν εἰλῶν δοκοῦσι Θετταλοὶ κεχρῆσθαι πρῶτοι ἐν ἱππικῇ πολὺ δυνηθέντες, πρός τε τὰς ἀποστροφὰς καὶ τὰς ἐπιστροφὰς τῶν ἵππων, ὅπως μὴ συνταράττοιντο πρὸς πάσας τὰς πλευρὰς στρέφεσθαι δυνάμενοι: τοὺς γὰρ ἀρίστους τῶν ἱππέων κατὰ τὰς πλευρὰς ἔταττον, πάλιν τοὺς ἐξέχοντας ἀρετῇ κατὰ τὰς γωνίας: ἐκάλουν δὲ τὸν μὲν κατὰ τὴν πρόσω γωνίαν ἰλάρχην, τὸν δὲ κατὰ τὴν ὀπίσω οὐραγόν, τοὺς δὲ κατὰ τὴν δεξιὰν καὶ λαιὰν πλαγιοφύλακες. [p. 278] [3] Τὰς δ̓ ἐμβολοειδεῖς Σκύθας ἐξευρεῖν καὶ Θρᾷκας λέγεται, ὕστερον δὲ χρήσασθαι καὶ Μακεδόνας ταύταις, ὡς εὐχρηστοτέραις τῶν τετραγώνων: τὸ γὰρ μέτωπον τῶν ἐμβόλων βραχὺ γινόμενον ὥσπερ κἀπὶ τῶν ῥομβοειδῶν, ὧνπερ ἥμισύ ἐστι τὸ ἐμβολοειδές, ῥᾴστην ἐποίει τὴν διίππευσιν, μετὰ τοῦ καὶ τοὺς ἡγεμόνας προβεβλῆσθαι τῶν ἄλλων: καὶ τὰς ἀναστροφὰς εὐμαρεστέρας τῶν τετραγώνων ἐπὶ τούτων γίνεσθαι, πρὸς ἕνα τὸν ἰλάρχην ἀποβλεπόντων ἁπάντων, ὡς καὶ ἐπὶ τῆς τῶν γεράνων πτήσεως γίνεται. [4] Ταῖς δὲ τετραγώνοις Πέρσαι τε καὶ Σικελοὶ καὶ Ἕλληνες ἐχρῶντο διὰ τὸ ἐν τούτοις δύνασθαι ζυγεῖν τε ἅμα καὶ στοιχεῖν τὰς εἴλας. πλὴν Ἕλληνες ἑτερομήκει τῷ πλήθει τὴν εἴλην ἐναλλάττοντες τῇ ὄψει τὸ σχῆμα τετράγωνον ἀπεδίδοσαν. δέκα γὰρ ἕξ κατὰ μῆκος, ὀκτὼ δὲ κατὰ βάθος ἄνδρας ἔταττον, ἀλλ̓ ἐν διπλασίοις διαστήμασι διὰ τὰ τῶν ἵππων μεγέθη. ἔνιοι δὲ τριπλάσιον τὸ μῆκος τοῦ βάθους κατ̓ ἀριθμὸν ποιήσαντες τριπλάσιον διάστημα κατὰ βάθος ἀπέδοσαν, ὥστ̓ εἶναι πάλιν τὸ σχῆμα τετράγωνον, ὀρθότερον οὗτοι διανοηθέντες, οἶμαι: οὐδὲ γὰρ τὸ ἱππικὸν βάθος τῷ πεζῷ τὴν αὐτὴν ὠφελίαν παρέχει προσερεῖδόν τε καὶ συνέχον τὴν εἴλην, [p. 280] ἀλλὰ γὰρ καὶ βλάβην ἐμποιεῖν οἶδε πλείω τῶν πολεμίων: ἐπιβάλλοντες γὰρ ἀλλήλοις ἐκταράττουσι τοὺς ἵππους, ὅθεν τετραγώνου μὲν ὄντος τοῦ ἀριθμοῦ δεήσει τὸ σχῆμα ποιεῖν ἑτερόμηκες, ἑτερομήκους δὲ ὄντος, ἐὰν δέῃ ποιεῖν τετράγωνον, τριῶν τεττάρων ἱπποτῶν εἶναι δεήσει τὸ βάθος καὶ πρὸς τοῦτό γε τὸ μῆκος ἐξισοῦσθαι. [5] Πλὴν ἔδοξε τὸ ῥομβοειδὲς ἀναγκαιότερον εἶναι πρὸς τὰς μεταγωγὰς διὰ τὴν πρὸς ἡγεμόνα νεῦσιν, καὶ δἰ ὅτι ὁμοίως τῷ τετραγώνῳ καὶ ζυγεῖν δύναται καὶ στοιχεῖν, ὅθεν οἱ μὲν οὕτως αὐτὸ συνέταξαν, ὥστε φροντίσαι τοῦ συναμφοτέρου, ὅπως ἂν καὶ ζυγῇ καὶ στοιχῇ, οἱ δὲ οὔτε τοῦ ζυγεῖν οὔτε τοῦ στοιχεῖν ἐφρόντισαν, ἔνιοι δὲ τοῦ ζυγεῖν, οὐ μέντοι τοῦ στοιχεῖν, ἔνιοι δὲ ἀνάπαλιν. [6] Τοῖς μέντοι ζυγεῖν ἅμα καὶ στοιχεῖν αὐτὸ προελομένοις τέτακται τὸ μέγιστον ζυγὸν κατὰ μέσον ἐκ περιττοῦ ἀριθμοῦ οἷον δέκα καὶ ἑνάς, οἷόν ἐστι τὸ ἐκ τῶν α α ἐν τῇ ὑποκειμένῃ διαγραφῇ: εἶτ̓ ἐφ̓ ἑκάτερα τοῦδε δύο ζυγὰ δυάδι αὐτοῦ λειπόμενα, πρόσω μὲν ὡς τὸ ἐκ τῶν ββ συγκείμενον, ὀπίσω δὲ ὡς τὸ ἐκ τῶν γγ, ὥσθ̓ ἕκαστον τῶν β καὶ γ στοιχεῖν ἑκάστῳ τῶν α πλὴν τῶν ἄκρωνκαὶ ᾱ: ἔπειτα ἑξῆς μετὰ μὲν τὸ β ζυγὸν τὸ ἐκ τῶν δδ δυάδι αὐτοῦ λειπόμενον, μετὰ δὲ τὸ γ τὸ ἐκ τῶν εε καὶ τοῦτο δυάδι τοῦ γ λειπόμενον, ὥστε ἕκαστόν τε τῶν δδ ἑκάστῳ τῶν [p. 282] ββ παρὰ τοὺς ἄκρους στοιχεῖν, καὶ ἕκαστον τῶν εε ἑκάστῳ τῶν γγ παρὰ τοὺς ἐσχάτους. ἔσονται δὴ τὰ μὲν κατὰ β καὶ γ ζυγὰ ἀπὸ ἐννέα ἀνδρῶν, τὰ δὲ κατὰ δ καὶ ε ἀπὸ ζ, ὁμοίως δὲ τούτοις τὰ μὲν ἐφ̓ ἑκάτερα, οἷον τὸ ἐκ τῶν ζζ καὶ ηη ἔσται ἀπὸ πεντάδος, τὰ δ̓ ἔτι ἑξῆς ὡς τὸ ἐκ τῶν θ καὶ τὸ ἐκ τῶν κ ἀπὸ τριάδος. μονάδος δὲ λειπομένης ἔστω πρόσω κατὰ τὸ λ ἰλάρχης, δὲ ὄπιθεν καὶ κατὰ τὸ μ οὐραγός: πλαγιοφύλακες δὲ οἱ ἄκροι τοῦ α ζυγοῦ, ὥσθ̓ εἶναι τὸ τῆς εἴλης πλῆθος ἀνδρῶν ἑνὸς καὶ ἑξήκοντα. τὸ δὲ ἀπὸ τοῦμέσου ζυγοῦ ἐπὶ τὸν ἰλάρχην τρίγωνον σχῆμα ἔμβολόν τε καὶ σφηνοειδὲς ὀνομάζεται: ὑπογέγραπται δὲ οὕτως:

[7] Ὅσοις δ̓ ἤρεσε τὴν εἴλην ζυγεῖν μέν, οὐκέτι δὲ καὶ στοιχεῖν, τὸ μέγιστον καὶ μέσον ζυγὸν ἐκ περιττῶν ἀνδρῶν ὥσπερ καὶ τὸ πρότερον πεποιηκότες, οἷον τὸ αβγδεζη, τὰ ἐφ̓ ἑκάτερα μονάδι λειπόμενα τάττουσιν, ὥσπερ τὸ θικλμν [p. 284] ζυγόν, ὥστε τὸ θ μήτε τῷ α μήτε τῷ β στοιχεῖν, ἀλλ̓ ἐν τῷ μεταξὺ αὐτῶν κεῖσθαι εἰς τοὔμπροσθεν, ὡς αὔτως δὲ καὶ τῶν βγ τὸ ι καὶ τῶν γδ τὸ κ καὶ τὸ λ τῶν δε, τὸ δὲ μ τῶν εζ καὶ τῶν ξη τὸ ν. οὕτω γὰρ κειμένων οὐδὲ εἷς τῶν ἐν τῷ θικλμν ζυγῷ οὐδενὶ τῶν ἐν τῷ αβγδεζη στοιχήσει. ὁμοίως δὲ καὶ τὸ ξοπρς ζυγὸν ἔμπροσθεν τοῦ θικλμν τάσσουσιν, ὥστε τὸ ξ μήτε τῷ θ μήτε τῷ ι ἐπ̓ εὐθείας εἶναι, ἀλλ̓ ἐν τῷ μεταξὺ τόπῳ καὶ κατὰ τὸ β τοῦ πρώτου ζυγοῦ, καὶ τὸ ο μεταξὺ τοῦ ικ ὡς κατὰ τὸ γ, καὶ τὸ π μεταξὺ τῶν κλ ὡς κατὰ τὸ δ, τὸ δὲ ρ μεταξὺ τῶν λμ ὡς κατὰ τὸ ε, καὶ τὸ ς μεταξὺ τῶν μν κατὰ τὸ ζ. οὕτω γὰρ τὸ ξοπρς ζυγὸν οὐδενὶ τῶν ἐν τῷ παρεδρεύοντι ζυγῷ στοιχήσει, οἷον τῷ θικλμν, ἀλλὰ τῷ παῤ ἕν, οἷον τῷ αβγδεζη. ἔσται τοίνυν καὶ τὸ ἑξῆς ζυγὸν οἷον τὸ τυφχ τῷ μὲν πρὸ αὐτοῦ μὴ στοιχοῦν τῷ ξοπρς, τῷ δὲ παῤ ἕν, οἷον τῷ θικλμν, καὶ τὸ ψως τῷ μὲν τυφχ οὐ στοιχήσει, τῷ δὲ παρὰ τοῦτο ξοπρς, τὸ δὲ οὐ στοιχήσει τῷ ψως, τῷ δὲ παρὰ τοῦτο τυφχ: δὲ α ἰλάρχης μεταξὺ μὲν ἔσται τῶν, ἐπ̓ εὐθείας δέ τινι τῶν ἐν τῷ ψως. καὶ τούτῳ δὲ τῷ ἐμβόλῳ καὶ τὸν ὄπισθεν ἴσον τάξαντες συμπληροῦσι τὴν εἴλην, ἧς μὲν α ἔσται ἰλάρχης, οὐραγὸς δὲ α ἔσχατος τῶν δυεῖν ἐμβόλων, οἱ δὲ αη πλαγιοφύλακες. καὶ φανερόν, ὅτι τῆς τοιαύτης εἴλης εἰ καὶ μὴ [p. 286] τὰ συνεχῆ ζυγὰ στοιχεῖ, ἀλλὰ τὰ ἓν παῤ ἓν κείμενα. [8] Ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν, οὐ στοιχεῖν δέ, τοῦτο ἡμῶν φροντιζόντων, στοιχεῖν λέγεται εἴ γε μόνως ἐν τῇ τάξει φροντίζομεν πρώτου τοῦ κατὰ τὸν ἰλάρχην τε καὶ οὐραγὸν στίχου, οἷον τοῦ αωπδπωα καὶ τῶν ἐφ̓ ἑκάτερα, οἷον υκκυ καὶ φλλφ, ἔπειτα τῶν μετὰ τούσδε, οἷον τοῦ τε ψογοψ καὶ τοῦ ς2ρερς, εἶτα τῶν ἐφεξῆς, τοῦτ̓ ἔστι τοῦ τε τιιτ καὶ τοῦ χμμχ, καὶ τῶν μετὰ τούτους ξβξ καὶ σζς, καὶ ἔτι τῶν παρὰ τούτους τοῦ τε θθ καὶ τοῦ νν καὶ τελευταίων τῶν κατὰ τοὺς πλαγιοφύλακες, καὶ οὐδὲν μὲν διοίσει κατὰ τὴν θέσιν τοῦ ζυγοῦντος μέν, μὴ στοιχοῦντος δέ, τῇ δ̓ ἡμετέρᾳ λήψει τῆς τάξεως καὶ τῇ φροντίδι στοιχήσει μέν, δἰ ὅτι οἱ τεταγμένοι κατὰ στοῖχον ἀλλήλους συνέχουσιν, οὐ ζυγήσει δέ, ὅτι πρῶτος τοῦ πρώτου στοίχου, οἷον α, τῷ τοῦ δευτέρου πρώτῳ, οἷον τῷ, οὐκ ἐπ̓ εὐθείας ἐστὶν κατὰ τὸ ζυγεῖν. [9] Ἀλλὰ καὶ ὅσοι μήτε ζυγεῖν μήτε στοιχεῖν μᾶλλον τὴν εἴλην προὐθυμήθησαν, ἄλλον τρόπον εἰς ταύτην ἐπῄνεσαν τὴν θέσιν: τάσσουσι γὰρ [p. 288] πρῶτον τῆς εἴλης πρόσωπον καὶ οἷον ζυγὸν τὰς εἰς τοὔμπροσθεν δύο πλευρὰς τοῦ ῥομβοειδοῦς, οἷον αθξτψας2χσνη, λαβδοειδὲς σχῆμα, εἶθ̓ ἑξῆς ὑπὸ τοῦτο δυάδι αὐτοῦ λειπόμενον τὸ θβιουω φρμζν, εἶτα ξιγκπλεμς δυάδι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ λειπόμενον, ζυγαρχοῦντος τοῦ ἐν τῇ κατὰ τὸ μέσον γωνίᾳ, οἷον τῶν αωπ, ἑξῆς δὲ τούτῳ τὸ τοκδλρχ, οὗ ζυγάρχης δ, καὶ ὑπὸ τοῦτο τὸ ψυπφς, ὑφ̓ τὸ ω, καὶ ἔσχατος οὐραγὸς α. φανερὸν οὖν ὅτι θέσει μὲν οὐδὲν διοίσει τῶν προτέρων, λήψει δὲ μόνον, ὡς ἐκ τῆς ὑπογραφῆς δῆλον ἔσται.

[10] Τάττουσι δὲ τὰς εἴλας, ὥσπερ καὶ τὰ ψιλά, τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, [p. 290] ἄλλοτε δ̓ ἐκ πλαγίων, ὅθεν καὶ τούτων τὸ πλῆθος φάλαγγα μὲν οὐ καλοῦσιν, ἐπίταγμα δέ, ὥσπερ καὶ τὸ τῶν ψιλῶν, δἰ ὅτι ἐπὶ τῇ φάλαγγι τάττονται πρὸς τὰς παρακαλούσας αὐτὴν χρείας. [11] Τὰς μὲν οὖν δύο εἴλας ἐπιλαρχίαν ὠνόμασαν, τὰς δὲ δύο ἐπιλαρχίας Ταραντιναρχίαν, τὰς δὲ δύο Ταραντιναρχίας ἱππαρχίαν, τὰς δὲ δύο ἱππαρχίας ἐφιππαρχίαν, τὸ δὲ διπλοῦν τῆς ἐφιππαρχίας τέλος ἀνάλογον τῷ κέρατι τῆς φάλαγγος. ἀπὸ γοῦν τῶν δύο τελῶν τὸ ὅλον ἐπίταγμα γίνεται ἀνάλογον τῇ φάλαγγι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: