next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν λόγος οὐκ ἐξ ἴσου τῇ τε πόλει καὶ τοῖς ἄλλοις: οἱ μὲν γὰρ οὐδὲν ἂν δείξαιεν τοσοῦτον ὅσον εἴποιεν ἂν, ἡμεῖς δ᾽ οὐδὲν ἂν εἴποιμεν ὅσον δεῖξαι πάρεστιν. ἀνάγκη δὲ ἀφοσιώσασθαι πρὸς τὸν νόμον, ἐπειδὴ καὶ οἵδε κελεύουσιν. ἔστι δὲ ὅμως κἀν τούτῳ κέρδος τῇ πόλει καὶ τῷ λέγοντι σχεδὸν ἥκιστα κίνδυνος. μὲν γὰρ ὅσῳ καλλίω φανεῖται τὰ ὁρώμενα, τοσούτῳ μᾶλλον τὸ εἰκὸς δόξει παθεῖν ἀπολειφθεὶς, ὥστε ἅμα τε ἐξελεγχθήσεται καὶ τὴν συγγνώμην ἐκ τῶν ἐλέγχων ἕξει: τῇ δὲ πόλει φιλοτιμία προσγίγνεται, εἰ τοιούτων καὶ τοσούτων ὄντων ὧν ἔχει δεικνύναι, μὴ μόνον τοῖς ὁρωμένοις ἰσχυρίζεται, ἀλλὰ καὶ τοῖς περὶ τῶν πατρίων λόγοις. ἔστι γὰρ οὐ νεωστὶ ἡμῖν πόλις εὐτυχὴς, ἀλλ᾽ ἐκ προγόνων, καὶ καθέστηκεν αὐτὴ πρὸς αὑτὴν ἐν ἀποίκου σχήματι καὶ μητροπόλεως: τρίτη γάρ ἐστιν ἀπὸ τῆς ἀρχαίας. ὥσπερ γὰρ τὰ ἀγάλματα καὶ οἱ δι᾽ ἀκριβείας λόγοι δευτέρᾳ καὶ τρίτῃ χειρὶ καθίστανται, οὕτως ἄρα καὶ τὴν πόλιν τρίτῃ χειρὶ χρὴ κτισθεῖσαν ἀκριβῶσαι τὸ κάλλος, καὶ γέγονε δὴ παλαιοτάτη καὶ καινοτάτη αὐτὴ, ἑαυτὴν ἀνανεωσαμένη, καθάπερ τὸν ὄρνιν φασὶ τὸν ἱερόν. μὲν οὖν πρεσβυτάτη πόλις ἐν τῷ Σιπύλῳ [p. 372] κτίζεται, οὗ δὴ τάς τε θεῶν εὐνὰς εἶναι λέγουσι καὶ τοὺς Κουρήτων χοροὺς περὶ τὴν τοῦ Διὸς μητέρα. οὕτω δ᾽ ἦν ἐξ ἀρχῆς θεοφιλὴς ὥστε λέγουσιν οἱ ποιηταὶ τοὺς θεοὺς ἅμα τοῖς ἥρωσιν ἐρανίζειν εἰς αὐτὴν ἀναμὶξ εὐωχουμένους. ἐκείνην μὲν οὖν αἱ Νύμφαι δέχονται, καὶ νῦν ἐστιν ὕφαλος, ὑπελθοῦσα τὴν λίμνην, ὥς φασι. δευτέρα δὲ μετὰ ταῦτα ᾠκεῖτο ὑπὸ τῷ Σιπύλῳ παρὰ τὴν χηλὴν τῆς ἠιόνος, ἐν μέσῳ τῆς ἀρχαίας καὶ τῆς νῦν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: