next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ζεῦ, τί χρήσωμαι; πότερον σιωπῶ Σμύρνης κειμένης; τίνος μεταλαβὼν ἀδάμαντος φύσιν; τίνα ταύτην καρτερίαν καρτερῶν; ἀλλ᾽ ὀδύρωμαι; ποίαν ἁρμονίαν ἁρμοσάμενος, τίνα τόλμαν τοσαύτην λαβών; ὅσαι γὰρ Ἑλλήνων καὶ βαρβάρων φωναὶ, τῶν τε ὑπὲρ γῆς ἔτι καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος γενομένων, εἰς ταυτὸν ἅπασαι λόγῳ συνελθοῦσαι ἐλάττους τοῦδε τοῦ πράγματος ἐγχειρῆσαι μόνον, μὴ ὅτι τὴν ἀξίαν σῶσαι. μήκιστα μηκίστων ἰδὼν καὶ ἀκούσας ἐγώ. πάντα φέρων χρόνος, [p. 425] οἵαν ἰδέαν πόλεως ἐξευρὼν καὶ τεχνησάμενος, εἶτα ἀναλώσας ἔχεις. πάντα ἀνόμοια τοῖς πρότερον. τὰ μὲν ἀρχαῖα Κουρήτων χοροὶ καὶ τροφαὶ καὶ γενέσεις θεῶν καὶ Πέλοπες διαβαίνοντες ἐνθένδε, καὶ Πελοπόννησος ἀποικία, καὶ Θησεὺς οἰκιστὴς τῶν ὑπὸ τὸν Σίπυλον τόπων, καὶ Ὁμήρου γοναὶ, καὶ ἀγῶνες καὶ τρόπαια καὶ νῖκαι παρὰ τοῖς ἄρχουσι καὶ διὰ πάντων ἐθνῶν, καὶ λογίων περιηγήσεις, ἀναγραφόντων καλλίστην τῶν ἁπασῶν. καὶ μὴν τά γε ὁρώμενα κρείττω διηγήσεως. προσιόντι μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: