socrates
Πολυκράτηςὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,
εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατ᾽ ἀγῶνα
σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα.
Πυθαγόρας
τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες: ἡμίσεες μὲν
ἀμφὶ καλὰ σπεύδουσι μαθήματα: τέτρατοι αὖτε
ἀθανάτου φύσεως πεπονήαται: ἑβδομάτοις δὲ
σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι:
τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δ᾽ ἔξοχος ἄλλων.
τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.