previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνθαῦτα νεωλκέουσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτέων ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριηκοσίους ἀπικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτέων γῆς: Μάλανα τῷ χώρῳ οὔνομα. [2] Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται: γλῶσσα δὲ ἄλλη αὐτοῖσι τοῖσι καὶ ἄλλα νόμαια. [3] μῆκος τοῦ παραπλόου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτέων γῆν ἑξακόσιοι καὶ χίλιοι. [4] παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν ῾τὸ ἐνθεῦτεν γὰρ οὐκέτι Ἰνδοί εἰσἰ λέγει Νέαρχος ὃτι αἱ σκιαὶ αὐτοῖσιν οὐ τωὐτὸ ἐποίεον: [5] ἀλλὰ ὁκότε μὲν ἐπὶ πολλὸν τοῦ πόντου ὡς πρὸς μεσαμβρίην προχωρήσειαν, αἱ δὲ καὶ αὐταὶ πρὸς μεσαμβρίην τετραμμέναι ἐμαίνοντο: ὁκότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ἥλιος, ἤδη καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι. [6] τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων; οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, [p. 33] καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες ἐόντες. [7] καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος: ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται: ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ. [8] οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), MALANA
    • Dictionary of Greek and Roman Geography (1854), PASIRA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: