Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
ἥλιον, οὐκ ἔγνων: σχέτλιε ποῦ γέγονας;
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες: ἦ ῥά σε δαίμων
οὑμὸς ἔχει, χαλεπῆι δ᾽ ἤντεο θευμορίηι;
5ἔγνων̀: Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών
τὸν καλόν, ὦ μοχθήρ᾽, ἔβλεπες ἀμφοτέροις.