This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
φασὶ δέ τινες ἀναγκαίως νῦν ἡμῖν ἔχειν πολεμεῖν: σκεψώμεθα οὖν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, διὰ τί καὶ πολεμήσωμεν. οἶμαι γὰρ ἂν πάντας ἀνθρώπους ὁμολογῆσαι διὰ τάδε δεῖν πολεμεῖν, ἢ ἀδικουμένους1 ἢ βοηθοῦντας ἀδικουμένοις.2 ἡμεῖς τοίνυν αὐτοί τε ἠδικούμεθα Βοιωτοῖς τε ἀδικουμένοις ἐβοηθοῦμεν. εἰ τοίνυν ἡμῖν τέ ἐστι τοῦτο παρὰ Λακεδαιμονίων, τὸ μηκέτι ἀδικεῖσθαι, Βοιωτοῖς τε δέδοκται ποιεῖσθαι τὴν εἰρήνην ἀφεῖσιν3 Ὀρχομενὸν αὐτόνομον, τίνος ἕνεκα πολεμήσωμεν; ἵνα ἡ πόλις ἡμῶν ἐλευθέρα ᾖ;
1 ἀδικουμένους A corr.: ἠδικημένους A pr.: a)dikou=ntas Q.
2 ἀδικουμένοις Q: ἠδικημένοις A.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.