next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δ᾽ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος: οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ παρασχεῖν ἐργάσιμον ἑαυτὴν ἐπιεικῶς δυναμένης. 1 ἐν τούτοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν. τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ: αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφ᾽ οἷς διαμαρτάνουσι τούτοις πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι. ἀναλγὴς μὲν γὰρ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινόμενον αἰσχρὸν εὐδυσώπητος. ὑπερβολὴ γὰρ τοῦ αἰσχύνεσθαι τὸ δυσωπεῖσθαι. διὸ καὶ οὕτω κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξατονοῦντος. ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδ᾽ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμασαν. ὅθεν μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ [p. 369] πόρνας: δ᾽ εὐδυσώπητος αὖ πάλιν ἄγαν τὸ 2 θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν αἰσχύνην ὑποκοριζόμενος. μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας τοὺς ὠχριῶντας, ὀρθῶς ἐθίζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον τὸν ἔλεγχον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον τὸν κίνδυνον. οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς τὸ ἄγαν ἀφαιρετέον, ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς παθεῖν: δείσαντες ἀπεδειλίασαν, καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον.

1 cf. Kock. 3 p. 494

2 ἄγαν τὸ] τὸ ἄγαν Matthaeus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: