previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

αἰνῶ σε, Μενέλα᾽, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ᾽ ἀξίως.
ταραχὴ δ᾽ ἀδελφῶν διά τ᾽ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων: ἀπέπτυσα
510τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλ᾽ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

Μενέλαος

πῶς; τίς δ᾽ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

Ἀγαμέμνων

ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

Μενέλαος

515οὔκ, ἤν νιν εἰς Ἄργος γ᾽ ἀποστείλῃς πάλιν.

Ἀγαμέμνων

λάθοιμι τοῦτ᾽ ἄν. ἀλλ᾽ ἐκεῖν᾽ οὐ λήσομεν.

Μενέλαος

τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

Ἀγαμέμνων

Κάλχας ἐρεῖ μαντεύματ᾽ Ἀργείων στρατῷ.

Μενέλαος

οὔκ, ἢν θάνῃ γε πρόσθε: τοῦτο δ᾽ εὐμαρές.

Ἀγαμέμνων

520τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

Μενέλαος

κοὐδέν γ᾽ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. †

Ἀγαμέμνων

ἐκεῖνο δ᾽ οὐ δέδοικας ἔμ᾽ ἐσέρχεται;

Μενέλαος

ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ᾽ ἂν λόγον;

Ἀγαμέμνων

τὸ Σισύφειον σπέρμα πάντ᾽ οἶδεν τάδε.

Μενέλαος

525οὐκ ἔστ᾽ Ὀδυσσεὺς τι σὲ κἀμὲ πημανεῖ.

Ἀγαμέμνων

ποικίλος ἀεὶ πέφυκε τοῦ τ᾽ ὄχλου μέτα.

Μενέλαος

φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.

Ἀγαμέμνων

οὐκ οὖν δοκεῖς νιν στάντ᾽ ἐν Ἀργείοις μέσοις
λέξειν Κάλχας θέσφατ᾽ ἐξηγήσατο,
530κἄμ᾽ ὡς ὑπέστην θῦμα, κᾆτ᾽ ἐψευδόμην,
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμ᾽ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
535συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματ᾽: τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
540μάθῃ, πρὶν Ἅιδῃ παῖδ᾽ ἐμὴν προσθῶ λαβών,
ὡς ἐπ᾽ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ξέναι, φυλάσσετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: