Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλυταιμήστρα
900οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
θνητὸς ἐκ θεᾶς γεγῶτα: τί γὰρ ἐγὼ σεμνύνομαι;
ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
ἀλλ᾽ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τ᾽ ἐμῇ δυσπραξίᾳ
τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλ᾽ ὅμως.
905σοὶ καταστέψασ᾽ ἐγώ νιν ἦγον ὡς γαμουμένην,
νῦν δ᾽ ἐπὶ σφαγὰς κομίζω: σοὶ δ᾽ ὄνειδος ἵξεται,
ὅστις οὐκ ἤμυνας: εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
ἀλλ᾽ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —
910ὄνομα γὰρ τὸ σόν μ᾽ ἀπώλεσ᾽, ᾧ σ᾽ ἀμυναθεῖν χρεών —
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ:
οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι: τὰ δ᾽ Ἀγαμέμνονος κλύεις,
ὠμὰ καὶ πάντολμ᾽: ἀφῖγμαι δ᾽, ὥσπερ εἰσορᾷς, γυνὴ
ναυτικὸν στράτευμ᾽ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ ...
915χρήσιμον δ᾽, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
χεῖρ᾽ ὑπερτεῖναι, σεσῴσμεθ᾽: εἰ δὲ μή, οὐ σεσῴσμεθα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.