Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς
φυγῆς ἀνακαλεῖσθαι, πολλὰ καὶ διὰ λόγων καὶ δι᾽ ἔργων μάτην ἐναντιωθεὶς
τέλος ἀπεῖπε: καὶ δεξαμένου τὴν γνώμην τοῦ δήμου προθύμως, οὐχ ὑπομένων
κατερχόμενον ἐπιδεῖν τὸν Μέτελλον ἐξέπλευσεν εἰς Καππαδοκίαν καὶ
Γαλατίαν, λόγῳ μὲν ἀποδώσων ἃς εὔξατο τῇ [p. 550] Μητρὶ τῶν
θεῶν θυσίας, ἑτέραν δὲ τῆς ἀποδημίας ἔχων ὑπόθεσιν λανθάνουσαν τοὺς
πολλούς,
[2]
ἀφυὴς γὰρ ὢν πρὸς εἰρήνην καὶ
ἀπολίτευτος, ηὐξημένος δὲ τοῖς πολέμοις, εἶτα κατὰ μικρὸν αὖθις ὐπὸ
ἀργίας καὶ ἡσυχίας ἀπὸ ἀπομαραίνεσθαι τὴν δύναμιν αὐτόν καὶ τὴν δόξαν
οἰόμενος, ἐζήτει καινῶν πραγμάτων ἀρχάς, ἤλπιζε γὰρ τοὺς βασιλεῖς
συνταράξας καὶ Μιθριδάτην ἐπίδοξον ὄντα πολεμήσειν ἀναστήσας καὶ
παροξύνας, εὐθὺς ἐπ᾽ αὐτὸν ἡγεμὼν αἱρεθήσεσθαι καὶ νέων μὲν τὴν πόλιν
θριάμβων, σκύλων δὲ Ποντικῶν καὶ πλούτου βασιλικοῦ τὸν οἶκον ἐμπλήσειν.
[3]
διὸ καὶ Μιθριδάτου πάσῃ χρησαμένου
θεραπείᾳ καὶ τιμῇ πρὸς αὐτόν οὐ καμφθεὶς οὐδὲ ὑπείξας, ἀλλ᾽ εἰπών,
‘ἢ μεῖζον, ὦ βασιλεῦ, πειρῶ δύνασθαι Ῥωμαίων,
ἢ ποίει σιωπῇ τὸ προστασσόμενον,’ ἐξέπληξεν αὐτόν, ὡς φωνῆς μὲν
πολλάκις, παρρησίας δὲ τότε πρῶτον ἀκούσαντα Ῥωμαϊκῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.