next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκκειμένων οὖν τῶν βίων ἐπιδράμωμεν τῷ λόγῳ ταχέως τὰ ποιοῦντα τὰς διαφοράς, παρ᾽ ἄλληλα συνάγοντες, ἔστι δὲ ταῦτα: πρῶτον, ὅτι Πομπήϊος ἐκ τοῦ δικαιοτάτου τρόπου παρῆλθεν εἰς δύναμιν καὶ δόξαν, αὐτὸς ὁρμηθεὶς ἀφ᾽ ἑαυτοῦ καὶ πολλὰ καὶ μεγάλα Σύλλᾳ τὴν Ἰταλίαν ἀπὸ τῶν τυράννων ἐλευθεροῦντι συγκατεργασάμενος, [2] Ἀγησίλαος δὲ τὴν βασιλείαν ἔδοξε λαβεῖν οὔτε τὰ πρὸς θεοὺς ἄμεμπτος οὔτε τὰ πρὸς ἀνθρώπους, κρίνας νοθείας Λεωτυχίδην, ὃν υἱὸν αὑτοῦ1 ἀπέδειξεν ἀδελφὸς γνήσιον, τὸν δὲ χρησμὸν κατειρωνευσάμενος τὸν περὶ τῆς χωλότητος. δεύτερον, ὅτι Πομπήϊος Σύλλαν καὶ ζῶντα τιμῶν διετέλεσε καὶ τεθνηκότος ἐκήδευσε βιασάμενος Λέπιδον τὸ σῶμα, καὶ τῷ παιδὶ Φαύστῳ τὴν αὑτοῦ θυγατέρα συνῴκισεν, Ἀγησίλαος δὲ Λύσανδρον ἐκ τῆς τυχούσης προφάσεως ὑπεξέρριψε καὶ καθύβρισε, [3] καίτοι Σύλλας μὲν οὐκ ἐλαττόνων ἔτυχεν Πομπηΐῳ παρέσχεν, Ἀγησίλαον δὲ Λύσανδρος καὶ τῆς Σπάρτης βασιλέα καὶ τῆς Ἑλλάδος στρατηγὸν ἐποίησε. τρίτον δέ, αἱ περὶ τὰ πολιτικὰ τῶν δικαίων παραβάσεις Πομπηΐῳ μὲν δι᾽ οἰκειότητας ἐγένοντο: τὰ γὰρ πλεῖστα Καίσαρι καὶ Σκηπίωνι συνεξήμαρτε κηδεσταῖς οὖσιν [4] Ἀγησίλαος δὲ Σφοδρίαν μὲν ἐφ᾽ οἷς Ἀθηναίους ἠδίκησεν ἀποθανεῖν ὀφείλοντα τῷ τοῦ παιδὸς ἔρωτι χαριζόμενος ἐξήρπασε, Φοιβίδᾳ δὲ Θηβαίους [p. 328] παρασπονδήσαντι δῆλος ἦν δι᾽ αὐτὸ τὸ ἀδίκημα προθύμως βοηθῶν: καθόλου δὲ ὅσα Ῥωμαίους δι᾽ αἰδῶ Πομπήϊος ἄγνοιαν αἰτίαν ἔσχε βλάψαι, ταῦτα θυμῷ καὶ φιλονεικίᾳ Λακεδαιμονίους Ἀγησίλαος ἔβλαψε τὸν Βοιώτιον ἐκκαύσας πόλεμον.

1 αὑτοῦ bracketed by Sintenis.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: