previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστα τὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶ κακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόντας λαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶ τὰς ἀποκρίσεις [p. 406] καὶ βραχυλόγους, ἐρωτήματα προὔβαλεν αὐτοῖς ἄπορα, φήσας ἀποκτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενον πρῶτον, εἶτα ἐφεξῆς οὕτω τοὺς ἄλλους ἕνα δὲ τὸν πρεσβύτατον ἐκέλευσε κρίνειν. [2] μὲν οὖν πρῶτος ἐρωτηθείς πότερον οἴεται τοὺς ζῶντας εἶναι πλείονας τοὺς τεθνηκότας, ἔφη τοὺς ζῶντας οὐκέτι γὰρ εἶναι τοὺς τεθνηκότας. δὲ δεύτερος, πότερον τὴν γῆν τὴν θάλατταν μείζονα τρέφειν θηρία, τὴν γῆν ταύτης γὰρ μέρος εἶναι τὴν θάλατταν. δὲ τρίτος, ποῖόν ἐστι ζῷον πανουργότατον, ‘ μέχρι νῦν,’ εἶπεν, ‘ ἄνθρωπος οὐκ ἔγνωκεν.’ [3] δὲ τέταρτος ἀνακρινόμενος τίνι λογισμῷ τὸν Σάββαν ἀπέστησεν, ἀπεκρίνατο, ‘καλῶς ζῆν βουλόμενος αὐτὸν καλῶς ἀποθανεῖν.’ δὲ πέμπτος ἐρωτηθείς πότερον οἴεται τὴν ἡμέραν τὴν νύκτα προτέραν γεγονέναι, ‘τὴν ἡμέραν,’ εἶπεν, ‘ ἡμέρᾳ μιᾷκαὶ προσεπεῖπεν οὗτος, θαυμάσαντος τοῦ βασιλέως, ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι, [4] μεταβαλὼν οὖν τὸν ἕκτον ἠρώτα πῶς ἄν τις φιληθείη μάλιστα: ‘ἂν κράτιστος ὤν,’ ἔφη, ‘μὴ φοβερὸς .’ τῶν δὲ λοιπῶν τριῶν μὲν ἐρωτηθείς πῶς ἄν τις ἐξ ἀνθρώπων γένοιτο θεός, ‘εἴ τι πράξειεν,’ εἶπεν, ‘ πρᾶξαι δυνατὸν ἀνθρώπῳ μὴ ἔστιν δὲ περὶ ζῳῆς καὶ θανάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατο τὴν ζῳήν τοσαῦτα κακὰ φέρουσαν. [5] δὲ τελευταῖος, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχον ζῆν, ‘μέχρι οὗ μὴ νομίζει τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον.’ οὕτω δὴ τραπόμενος πρὸς τὸν δικαστήν ἐκέλευσεν ἀποφαίνεσθαι. τοῦ δὲ ἕτερον ἑτέρου χεῖρον εἰρηκέναι φήσαντοςοὐκοῦνἔφη, ‘σὺ [p. 408] πρῶτος ἀποθανῇ τοιαῦτα κρίνων’ ‘οὐκ ἄν γε,’ εἶπεν, ‘ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ φήσας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενον κάκιστα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: