next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν ἀξια μνήμης τῶν περὶ Δημοσθένους καὶ Κικέρωνος ἱστορουμένων εἰς τὴν ἡμετέραν ἀφῖκται γνῶσιν, ταῦτ᾽ ἐστίν, ἀφεικὼς δὲ τὸ συγκρίνειν τὴν ἐν τοῖς λόγοις ἕξιν αὐτῶν, ἐκεῖνό μοι δοκῶ μὴ παρήσειν ἄρρητον, ὅτι Δημοσθένην μὲν εἰς τὸ ῥητορικὸν ἐνέτεινε πᾶν ὅσον εἶχεν ἐκ φύσεως ἀσκήσεως λόγιον, ὑπερβαλλόμενος ἐνάργείᾳ μὲν καὶ δεινότητι τοὺς ἐπὶ τῶν ἀγώνων καὶ τῶν δικῶν συν συνεξεταζομένους, ὄγκῳ δὲ καὶ μεγαλοπρέπείᾳ τοὺς ἐπιδεικτικούς, ἀκριβείᾳ [2] δὲ καὶ τέχνῃ τοὺς σοφιστάς: Κικέρων δὲ καὶ πολυμαθὴς καὶ ποικίλος τῇ περὶ τοὺς λόγους σπουδῇ γενόμενος συντάξεις μὲν ἰδίας φιλοσόφους ἀπολέλοιπεν οὐκ ὀλίγας εἰς τὸν Ἀκαδημαϊκὸν τρόπον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν πρὸς τὰς δίκας καὶ τοὺς ἀγῶνας γραφομένων λόγων δῆλός ἐστιν ἐμπειρίαν τινὰ γραμμάτων παρεπιδείκνυσθαι βουλόμενος.

[3] ἔστι δὲ τις καὶ τοῦ ἤθους ἐν τοῖς λόγοις ἑκατέρου δίοψις. μὲν γὰρ Δημοσθενικὸς ἔξω παντὸς ὠραϊσμοῦ καὶ παιδιᾶς εἰς δεινότητα καὶ σπουδὴν συνηγμένος οὐκ ἐλλυχνίων ὄδωδεν, ὥσπερ Πυθέας ἔσκωπτεν, ἀλλ᾽ ὐδροποσίας καὶ φροντίδων καὶ τῆς λεγομένης πικρίας τοῦ τρόπου καὶ στυγνότητος, [4] Κικέρων δὲ πολλαχοὺ τῷ [p. 212] σκωπτικῷ πρὸς τὸ βωμολόχον ἐκφερόμενος καὶ πράγματα σπονδῆς ἄξια γέλωτι καὶ παίδιᾷ κατειρωνευόμενος ἐν ταῖς δίκαις εἰς τὸ χρειῶδες ἠφείδει τοῦ πρέποντος, ὥσπερ ἐν τῇ Καιλίου1 συνηγορίᾳ μηδὲν ἄτοπον ποιεῖν αὐτὸν ἐν τοσαύτῃ τρνφῇ καὶ πολυτελείᾳ ταῖς ἡδοναῖς χρώμενον: τὸ γὰρ ὧν ἔξεστι μὴ μετέχειν, μανικὸν εἶναι, καὶ ταῦτα ἐν ἡδονῇ τὸ εὔδαιμον τῶν ἐπιφανεστάτων φιλοσόφων τιθεμένων. [5] λέγεται δὲ Κάτωνος Ἠίουρήναν διώκοντος ὐπατεύων ἀπολογείσθαι καὶ πολλὰ διὰ τὸν Κάτωνα κωμωδεὶν τὴν Στωικὴν αἰρεσιν ἐπι ταὶς ἀτοπίαις τῶν παραδόξων λεγομένων δογμάτων γέλωτος δὲ λαμπροὺ κατιόντος ἐκ τῶν περιεστώτων προς τους δικαστάς, ἡσυχῆ διαμειδιάσας Κάτων προς τοὺς καθήμενους εἰπεὶνὠς γελοῖον, ἀνδρες, ἔχομεν ὕπατον.’ [6] δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τό τε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνην παρεῖχε, τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τούτο καὶ σύννουν οὐ ῥᾳδίως ἀπέλειπεν2 ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτός φησιν, ἀπεκάλουν.

1 Καιλίου Coraës, Bekker, and Graux, after Wyttenbach: Κεκιλίου.

2 ἀπέλειπεν with Graux and Bekker, after Coraës: ἀπέλιπεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: