previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετ᾽ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, [2] ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχωνὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, Μιθριδάτα, βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ἀκινάκης. μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’ ἤδη δὲ μεθύων Μιθριδάτης, ‘τί δὲ ταῦτα ἔστιν,’ εἶπεν, ‘ Σπαραμίζη ; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον.’ [3] καὶ Σπαραμίζης ἐπιμειδιάσας, ‘φθόνος μὲν οὐδεὶς, Μιθριδάτα,’ εἶπενἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, τᾶν, μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ;’ ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον. [4] εἶπεν οὖν μὴ κατασχώνὑμεῖς μὲν, τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους: ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ [p. 162] μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπ᾽ ἐκείνου τοῦ τραύματος:’ [5] οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν δ᾽ ἑστιῶν αὐτούς, ‘ τᾶν,’ ἔφη, ‘Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους καθ᾽ ἡμᾶς ἐάσωμεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: