This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἢ τοῖς Ὀρφέως ἔργοις ὁμοιώσωμεν; ἀλλ᾽ ὁ μὲν ἐξ Ἅιδου τοὺς τεθνεῶτας ἀνῆγεν, ὁ δὲ πρὸ μοίρας τοὺς ζῶντας ἀπώλλυεν. ὥσθ᾽ ἡδέως ἂν εἰδείην τί ποτ᾽ ἂν ἐποίησεν, εἰ καταφρονῶν αὐτῶν ἐτύγχανεν, ὃς θαυμάζων τὴν ἀρετὴν τὴν ἐκείνων ἅπαντα φαίνεται τἀναντία διαπραττόμενος. ὃ δὲ πάντων ἀτοπώτατον, ὅτι περὶ τὰς γενεαλογίας ἐσπουδακὼς ἐτόλμησας εἰπεῖν, ὡς τούτους ἐζήλωσεν ὧν οὐδ᾽ οἱ πατέρες πω κατ᾽ ἐκεῖνον τὸν χρόνον γεγονότες ἦσαν.