This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[287]
οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τῆς Ἐννεακρούνου ψύχουσιν οἶνον, οἱ δ᾽ ἐν τοῖς καπηλείοις πίνουσιν, ἕτεροι δ᾽ ἐν τοῖς σκιραφείοις κυβεύουσι, πολλοὶ δ᾽ ἐν τοῖς τῶν αὐλητρίδων διδασκαλείοις διατρίβουσι.καὶ τοὺς μὲν ἐπὶ ταῦτα προτρέποντας οὐδεὶς πώποτε τῶν κήδεσθαι φασκόντων τῆς ἡλικίας ταύτης εἰς ὑμᾶς εἰσήγαγεν: ἡμῖν δὲ κακὰ παρέχουσιν, οἷς ἄξιον ἦν, εἰ καὶ μηδενὸς ἄλλου, τούτου γε χάριν ἔχειν, ὅτι τοὺς συνόντας τῶν τοιούτων ἐπιτηδευμάτων ἀποτρέπομεν.