Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἴας
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
365τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα. Τέκμησσα
μή, δέσποτ᾽ Αἴας, λίσσομαί σ᾽, αὔδα τάδε. Αἴας
οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
370αἰαῖ αἰαῖ. Χορός
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ. Αἴας
ὦ δύσμορος, ὃς χερὶ μὲν
μεθῆκα τοὺς ἀλάστορας, ἐν δ᾽ ἑλίκεσσι
375βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
ἐρεμνὸν αἷμ᾽ ἔδευσα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.