Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἴας
ἰὼ πάνθ᾽ ὁρῶν ἁπάντων τ᾽ ἀεὶ
380κακῶν ὄργανον, τέκνον Λαρτίου,
κακοπινέστατόν τ᾽ ἄλημα στρατοῦ,
ἦ που πολὺν γέλωθ᾽ ὑφ᾽ ἡδονῆς ἄγεις. Χορός
ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται. Αἴας
ἴδοιμι μήν νιν, καίπερ ὧδ᾽ ἀτώμενος.
385ἰώ μοί μοι. Χορός
μηδὲν μέγ᾽ εἴπῃς: οὐχ ὁρᾷς ἵν᾽ εἶ κακοῦ; Αἴας
ὦ Ζεῦ, προγόνων προπάτωρ,
πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
390τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
τέλος θάνοιμι καὐτός;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.