Χορός
δέδοικ᾽ ἀκούων τήνδε τὴν προθυμίαν:
οὐ γάρ μ᾽ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
585ὦ δέσποτ᾽ Αἴας, τί ποτε δρασείεις φρενί;
Αἴας
μὴ κρῖνε, μὴ 'ξέταζε: σωφρονεῖν καλόν.
Τέκμησσα
οἴμ᾽ ὡς ἀθυμῶ: καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
ἄγαν γε λυπεῖς: οὐ κάτοισθ᾽ ἐγὼ θεοῖς
590ὡς οὐδὲν ἀρκεῖν εἴμ᾽ ὀφειλέτης ἔτι;
Τέκμησσα
εὔφημα φώνει.
Αἴας
τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
σὺ δ᾽ οὐχὶ πείσει;
Αἴας
πόλλ᾽ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
ταρβῶ γάρ, ὦναξ.
Αἴας
οὐ ξυνέρξεθ᾽ ὡς τάχος;
Τέκμησσα
πρὸς θεῶν, μαλάσσου.
Αἴας
μῶρά μοι δοκεῖς φρονεῖν,
595εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.