This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἡγοῦμαι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς τι γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετ᾽ αὐτῶν ἐκεῖνον ἀμυνομένοις: εἰ δ᾽ ἔτ᾽ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθ᾽ ἡμεῖς, δέδι᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις μετ᾽ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.