This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
λαβὲ δή μοι καὶ τὸ ἔγκλημα ὃ ἔλαχον αὐτῷ πέρυσιν: ὅ ἐστιν οὐδενὸς ἔλαττον τεκμήριον, ὅτι οὐδέπω τότ᾽ ἔφησεν Φορμίων ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι.“Ἔγκλημα”τοῦτο τὸ ἔγκλημα ἔγραφον ἐγώ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδαμόθεν ἄλλοθεν σκοπῶν ἀλλ᾽ ἢ ἐκ τῆς ἀπαγγελίας τῆς Λάμπιδος, ὃς οὐκ ἔφασκεν οὔτε τὰ χρήματα ἐντεθεῖσθαι τοῦτον οὔτε τὸ χρυσίον ἀπειληφέναι: μὴ γὰρ οἴεσθέ με οὕτως ἀπόπληκτον εἶναι καὶ παντελῶς μαινόμενον, ὥστε τοιοῦτο γράφειν ἔγκλημα ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφ᾽ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.