This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δ᾽ ἐπὶ ταῦθ᾽ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπ᾽ ἐμοῦ, ἀξιοῖ δ᾽ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομ᾽ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτ᾽ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτ᾽ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τιν᾽ οὑτωσί, νεώτερον ὄντ᾽ ἐμοῦ καὶ συχνῷ, ὅσ᾽ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες):
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.