This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δ᾽ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθ᾽ οἷον δεῖ τὸν προσήκοντ᾽ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δ᾽ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλ᾽ ἀπωλώλεις. ἢ δεινόν γ᾽ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.