This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
οὐδέν᾽ ἂν εἰπεῖν ἔχοις: ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτ᾽ ἀφ᾽ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. οὐδεὶς δὲ πώποθ᾽ οὕτω πικρῶς οὐδ᾽ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότ᾽ ἐπ᾽ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε; δείν᾽ ἄρ᾽, ὦ ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.