This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἔτυχεν ἔκπλους ὢν τριήρων καὶ βοήθεια ἀποστελλομένη διὰ τάχους. σκεύη οὖν ἐν τῷ νεωρίῳ οὐχ ὑπῆρχεν ταῖς ναυσίν, ἀλλ᾽ ἔχοντες οἱ ὀφείλοντες οὐκ ἀπεδίδοσαν: πρὸς δὲ τούτοις οὐδ᾽ ἐν τῷ Πειραιεῖ ὄντα ἄφθονα ὀθόνια καὶ στυππεῖον καὶ σχοινία, οἷς κατασκευάζεται τριήρης, ὥστε πρίασθαι. γράφει οὖν Χαιρέδημος τὸ ψήφισμα τουτί, ἵνα εἰσπραχθῇ τὰ σκεύη ταῖς ναυσὶ καὶ σᾶ γένηται τῇ πόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.“Ψήφισμα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.